The Greek Library Author

Plutarch

Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος

Chapter 5

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1919
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg056.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 5

ἐπὶ πᾶσι δὲ τῆς τελευτῆς τὸν μὲν οἰκτείραι τις ἄν, ἄνδρα πρεσβύτην διʼ ἀγέννειαν ὑπὸ οἰκετῶν ἄνω καὶ κάτω περιφερόμενον καὶ περιφεύγοντα τὸν θάνατον καὶ ἀποκρυπτόμενον τοὺς οὐ πολὺ πρὸ τῆς φύσεως ἥκοντας ἐπʼ αὐτόν, εἶτ’ ἀποσφαγέντα· τοῦ δʼ, εἰ καὶ μικρὰ πρὸς τὴν ἱκετείαν ἐνέδωκεν, ἀγαστὴ μὲν ἡ παρασκευὴ τοῦ φαρμάκου καὶ τήρησις, ἀγαστὴ δʼ ἡ χρῆσις, ὅτι τοῦ θεοῦ μὴ παρασχόντος αὐτῷ τὴν ἀσυλίαν, ὥσπερ ἐπὶ μείζονα βωμὸν καταφυγών, ἐκ τῶν ὅπλων καὶ τῶν δορυφόρων λαβὼν ἑαυτὸν ᾤχετο, τῆς Ἀντιπάτρου καταγελάσας ὠμότητος.