The Greek Library Author

Plutarch

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

§ 1

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1891
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg100.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ὅμηρος Ὅμηρος] P 446 μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, συγκρίνωμεν R: συγκρίνομεν εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. αὐτῆς R: αὐτῇ οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον.