Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄
§ 11
Author namesIsocrate · Isocrates · Ισοκρατης
- Scientific editors
- Larue Van Hook
- Edition reference
- Isocrates · Cambridge, MA · Harvard University Press · 1945
- CTS identifier
urn:cts:greekLit:tlg0010.tlg027.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
μηδὲ ποιεῖσθαι πολέμους ἀδόξους καὶ χαλεπούς, ἐξὸν ἐντίμους καὶ ῥᾳδίους, μηδ’ ἐξ ὧν τοὺς μὲν οἰκειοτάτους εἰς λύπας καὶ φροντίδας καταστήσεις, τοὺς δ’ ἐχθροὺς ἐν ἐλπίσι μεγάλαις ποιήσεις, οἵας καὶ νῦν αὐτοῖς παρέσχες· ἀλλὰ τῶν μὲν βαρβάρων, πρὸς οὓς νῦν πολεμεῖς, ἐπὶ τοσοῦτον ἐξαρκέσει σοι κρατεῖν, ὅσον ἐν ἀσφαλείᾳ καταστῆσαι τὴν σαυτοῦ χώραν, τὸν δὲ βασιλέα τὸν βασιλέα τὸν is added by Blass: cf. Epist. 3. 5. νῦν μέγαν προσαγορευόμενον καταλύειν ἐπιχειρήσεις, ἵνα τήν τε σαυτοῦ δόξαν μείζω ποιήσῃς καὶ τοῖς Ἕλλησιν ὑποδείξῃς πρὸς ὃν χρὴ πολεμεῖν.