Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄
§ 16
Author namesIsocrate · Isocrates · Ισοκρατης
- Scientific editors
- Larue Van Hook
- Edition reference
- Isocrates · Cambridge, MA · Harvard University Press · 1945
- CTS identifier
urn:cts:greekLit:tlg0010.tlg027.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ἡγοῦμαι δὲ δεῖν πρὸς μὲν τοὺς πικρῶς τῆς πόλεως ἡμῶν κατηγοροῦντας ἐκείνους ἀντιτάττεσθαι τοὺς πάντα τἀναντί’ εἶναι πάντα τἀναντἴ εἶναι Capps, following Corais: πάντα τε ταῦτ’ εἶναι (GE) is read by Blass, although he thinks it corrupt: Post suggests τοὺς σπάνιά τε ταῦτ’ εἶναι. λέγοντας καὶ τοὺς μήτε μεῖζον μήτ’ ἔλαττον αὐτὴν ἠδικηκέναι φάσκοντας· ἐγὼ δ’ οὐδὲν ἂν εἴποιμι τοιοῦτον· αἰσχυνθείην γὰρ ἄν, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων αὐτὸς τολμῴην λέγειν, ὡς οὐδὲν πώποθ’ ἡ πόλις ἡμῶν πεπλημμέληκεν.