The Greek Library Author

Homer

Ἐπιγράμματα

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Homer The Homeric Hymns and Homerica with an English Translation Homeric Hymns Hugh G. Evelyn-White London William Heinemann, Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg003.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Epigram 1

1Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,

2οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην,

3ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,

4ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο,

5Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.

Epigram 2

1Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·

2τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.

Epigram 3

1Χαλκέη παρθένος εἰμί, Μίδεω δ’ ἐπὶ σήματι κεῖμαι·

2ἔστ’ ἂν ὕδωρ τε νάῃPlato, Diogenes, Contest of Homer: ῥέῃ, pseudo-Herodotus. καὶ δένδρεα μακρὰ τεθήλῃ,

3ἠέλιος τ’ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,

4καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα,

5αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου

6ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.

Epigram 4

1Οἵῃ μ’ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,

2νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.

3ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο

4λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,

5ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,

6Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον,

7ἥντε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·

8ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα.

9ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν.

10οἳ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,

11ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,

12ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.

13κῆρα δ’ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,

14τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·

15οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς

16Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει

17δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.

Epigram 5

1Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,

2οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.

Epigram 6

1Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε,

2εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,

3δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι

4ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι·

5δὸς δ’ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος

6αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,

7φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας

8ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.

Epigram 7

1Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,

2ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,

3τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽, οἷς ἐχολώθης.

Epigram 8

1Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ

2πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες,

3αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·

4δεινὴ γὰρ μέτ’ ὄπις ξενίου Διός, ὅς κ’ ἀλίτηται.

Epigram 9

1Restored to metrical fom for Barnes.Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·

2ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.

Epigram 10

1Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν

2Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,

3ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν

4ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.

Epigram 11

1Γλαῦκε, βοτῶνKuester: πέπον, βροτῶν, MSS. ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·

2πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι

3δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει

4ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.

Epigram 12

1Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα

2τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν·

3ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,

4ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.

Epigram 13

1Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,

2ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,

3χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες

4ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσινRuhnken: τ’ ἄλλοισιν, Sources: The Contest of Homer adds the verse: λαὸς δ’ εἰν ἀγορῆσι καθήμενος εἰσοράασθαι. ὁρᾶσθαι·

5αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι

6ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.

Epigram 14

1Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.

2δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.

3εὖ δὲ περανθεῖενPollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer. κότυλοι καὶ πάντα κάναστρα

4φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,

5πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,

6πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.

7ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,

8συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,

9Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην

10Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·

11πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος

12πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.

13ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,

14πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.

15δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,

16ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.

17δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,

18οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,

19τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·

20αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.

21γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·

22ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον

23φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.

Epigram 15

1Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,

2ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπειIlgen: βρεμει, MSS. ὄλβιος αἰεί.

3αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι

4πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα

5Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη,

6κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.

7νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα

8Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·

9ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·

10αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα.

11Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν

12ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα

13πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.

Epigram 16

1Εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν·

2οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν.

Epigram 17

ΟΜΗΡΟΣ

1Ἄνδρες ἄγρης ἁλίηςKoechly: ἀπ’ Ἀρκαδίης, MSS. θηρήτορες, ἦ ῥ’ ἔχομέν τι;

ΑΛΙΕΙΣ

2Ὅσσ’ ἕλομεν, λιπόμεσθ᾽· ὅσα δ’ οὐχ ἕλομεν φερόμεσθα.

ΟΜΗΡΟΣ

3Τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,

4οὔτε βαθυκλήρων οὔτ’ ἄσπετα μῆλα νεμόντων.