The Greek Library Author

Homer

Ἐπιγράμματα

Epigram 4

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Homer The Homeric Hymns and Homerica with an English Translation Homeric Hymns Hugh G. Evelyn-White London William Heinemann, Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg003.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Epigram 4

1Οἵῃ μ’ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,

2νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.

3ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο

4λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,

5ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,

6Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον,

7ἥντε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·

8ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα.

9ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν.

10οἳ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,

11ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,

12ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.

13κῆρα δ’ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,

14τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·

15οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς

16Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει

17δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.