The Greek Library Author

Homer

Ἐπιγράμματα

Epigram 14

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Homer The Homeric Hymns and Homerica with an English Translation Homeric Hymns Hugh G. Evelyn-White London William Heinemann, Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg003.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Epigram 14

1Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.

2δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.

3εὖ δὲ περανθεῖενPollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer. κότυλοι καὶ πάντα κάναστρα

4φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,

5πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,

6πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.

7ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,

8συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,

9Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην

10Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·

11πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος

12πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.

13ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,

14πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.

15δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,

16ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.

17δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,

18οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,

19τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·

20αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.

21γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·

22ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον

23φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.