The Greek Library Author

Demosthenes

πρὸς Ὀνήτορα ἐξούλης β΄

§ 3

Author namesDémosthène · Demosthene · Demosthenes · Δημοσθενης

Scientific editors
William Rennie
Edition reference
Demosthenes Orationes · Oxford · Clarendon Press · 1921
CTS identifier
urn:cts:greekLit:tlg0014.tlg031.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ τί ποιεῖ; τοὺς ὅρους ἀπὸ τῆς οἰκίας ἀφαιρεῖ, καὶ τάλαντον μόνον εἶναι τὴν προῖκά φησιν, ἐν ᾧ τὸ χωρίον ἀποτετιμῆσθαι. καίτοι δῆλον ὅτι τοὺς ἐπὶ τῆς οἰκίας ὅρους εἰ δικαίως ἔθηκεν καὶ ὄντως ἀληθεῖς, δικαίως καὶ τοὺς ἐπὶ τοῦ χωρίου τέθηκεν· εἰ δʼ εὐθὺς ἀδικεῖν βουλόμενος ψευδεῖς ἔθηκεν ἐκείνους, εἰκὸς καὶ τούτους οὐκ ἀληθεῖς ὑπάρχειν.