πρὸς Ὀνήτορα ἐξούλης β΄
§ 4
Author namesDémosthène · Demosthene · Demosthenes · Δημοσθενης
- Scientific editors
- William Rennie
- Edition reference
- Demosthenes Orationes · Oxford · Clarendon Press · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0014.tlg031.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν, ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο· οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους, ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου, τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης, τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι. καί μοι λαβὲ τὴν μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ.