The Greek Library Author

Lucian

Ἱππίας ἢ Βαλανεῖον

§ 1

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1913
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατʼ αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.