Ἱππίας ἢ Βαλανεῖον
§ 3
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Austin Morris Harmon
- Edition reference
- Lucian · London · William Heinemann Ltd. · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ἐν δὴ τούτοις καὶ Ἱππίου τουτουὶ τοῦ καθʼ ἡμᾶς μεμνῆσθαι ἄξιον, ἀνδρὸς λόγοις μὲν παρʼ ὅντινα βούλει τῶν πρὸ αὐτοῦ γεγυμνασμένου καὶ συνεῖναί τε ὀξέος καὶ ἑρμηνεῦσαι σαφεστάτου, τὰ δὲ ἔργα πολὺ τῶν λόγων ἀμείνω παρεχομένου καὶ τὴν τῆς τέχνης ὑπόσχεσιν ἀποπληροῦντος, οὐκ ἐν τοιαύταις μὲν ὑποθέσεσιν ἐν αἷς οἱ πρὸ αὐτοῦ πρῶτοιπρῶτοι E. Capps: not in MSS. γενέσθαι εὐτύχησαν, κατὰ δὲ τὸν γεωμετρικὸν λόγον ἐπὶ τῆς δοθείσης, φασίν, εὐθείας τὸ τρίγωνον ἀκριβῶς συνισταμένου. καίτοι τῶν γε ἄλλων ἕκαστος ἕν τι τῆς ἐπιστήμης ἔργον ἀποτεμόμενος ἐν ἐκείνῳ εὐδοκιμήσας εἶναί τις ὅμως ἔδοξεν, ὁ δὲ μηχανικῶν τε ὢν τὰ πρῶτα καὶ γεωμετρικῶν, ἔτι δὲ ἁρμονικῶν καὶ μουσικῶν φαίνεται, καὶ ὅμως ἕκαστον τούτων οὕτως ἐντελῶς δείκνυσιν ὡς ἓν αὐτὸ μόνον ἐπιστάμενος. τὴν μὲν γὰρ περὶ ἀκτίνων καὶ ἀνακλάσεων καὶ κατόπτρων θεωρίαν, ἔτι δὲ ἀστρονομίαν, ἐν ᾗ παῖδας τοὺς πρὸ αὐτοῦ ἀπέφηνεν, οὐκ ὀλίγου χρόνου ἂν εἴη ἐπαινεῖν.