Δίκη Συμφώνων
§ 7
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Austin Morris Harmon
- Edition reference
- Lucian · London · William Heinemann Ltd. · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg014.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ὅθεν δὲ καὶ ἀπὸ τίνων ἀρξάμενον, ὥρα λέγειν. ἐπεδήμουν ποτὲ Κυβέλῳ, — τὸ δέ ἐστι πολίχνιον οὐκ ἀηδές, ἄποικον, ὡς ἔχει λόγος, Ἀθηναίων — ἐπηγόμην δὲ καὶ τὸ κράτιστον Ῥῶ, γειτόνων τὸ βέλτιστον· κατηγόμην δὲ παρὰ κωμῳδιῶν τινι ποιητῇ· Λυσίμαχος ἐκαλεῖτο, Βοιώτιος μέν, ὡς ἐφαίνετο, τὸ γένος ἀνέκαθεν, ἀπὸ μέσης δὲ ἀξιῶν λέγεσθαι τῆς Ἀττικῆς· παρὰ τούτῳ δὴ τῷ ξένῳ τὴν τοῦ Ταῦ τούτου πλεονεξίαν ἐφώρασα· μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν καὶτέτταρα κατατολμῶν καὶ A.M.H, following Halm (τέτταρα καὶ) and the scholia: not in MSS. τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμηντετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένοων γραμμάτων, συνήθειαν ᾤμην Word order (and καὶ for μοι after συγγεγενημένων) Harmon: τετταράκοντα λέγειν, ἀποστεροῦν με τῶν συγγεγενη ἡμένων μοι, σονήθειαν ᾤμην συντεθρααμένων γραμμάτων, ἔτι . . . λέγειν, καὶ οἰστὸν κ.τ.λ. MSS. καὶ οἰστὸν ἦν μοι τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπʼ αὐτοῖς.