The Greek Library Author

Lucian

Δίκη Συμφώνων

§ 8

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1913
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg014.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσανβαασίλισσαν Harmon, following Κ. Schwartz (τὴν β.): not in MSS. βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ. καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς· οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων.γραμμμάτων MSS: χρημάτων du Soul. κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου· περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπʼ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως ὙμησσὸνὙμησσὸν Herwerden: Ὑμηττὸν MSS. ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.