The Greek Library Author

Lucian

Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ

§ 15

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1921
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg029.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἡ ἑτέρα δὲ πρός με ἀπιδοῦσα, τοιγαροῦν ἀμείψομαί σε, ἔφη, τῆσδε τῆς δικαιοσύνης, ὅτι καλῶς τὴν δίκην ἐδίκασας, καὶ ἐλθὲ ἤδη, ἐπίβηθι τούτου τοῦ ὀχήματος, — δείξασά τι ὄχημα ὑποπτέρων ἵππων τινῶν τῷ Πηγάσῳ ἐοικότων — ὅπως εἰδῇς οἷα καὶ ἡλίκα μὴ ἀκολουθήσας ἐμοὶ ἀγνοήσειν ἔμελλες. ἐπεὶ δὲ ἀνῆλθον, ἡ μὲν ἤλαυνε καὶ ὑφηνιόχει, ἀρθεὶς δὲ εἰς ὕψος ἐγὼ ἐπεσκόπουν ἀπὸ τῆς ἕω ἀρξάμενος ἄχρι πρὸς τὰ ἑσπέριατὰ ἑσπέρια Gronovius: τὰς ἑσπερίας MSS. πόλεις καὶ ἔθνη καὶ δήμους, καθάπερ ὁ Τριπτόλεμος ἀποσπείρων τι εἰς τὴν γῆν. οὐκέτι μέντοι μέμνημαι ὅ τι τὸ σπειρόμενον ἐκεῖνο ἦν, πλὴν τοῦτο μόνον ὅτι κάτωθεν ἀφορῶντες ἄνθρωποι ἐπῄνουν καὶ μετʼ εὐφημίας καθʼ οὓς γενοίμην τῇ πτήσει παρέπεμπον.