Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ
§ 2
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Austin Morris Harmon
- Edition reference
- Lucian · London · William Heinemann Ltd. · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg029.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
δευτέρας οὖν σκέψεως ἀρχὴ προὐτέθη, τίς ἀρίστη τῶν τεχνῶν καὶ ῥᾴστη ἐκμαθεῖν καὶ ἀνδρὶ ἐλευθέρῳ πρέπουσα καὶ πρόχειρον ἔχουσα τὴν χορηγίαν καὶ διαρκῆ τὸν πόρον. ἄλλου τοίνυν ἄλλην ἐπαινοῦντος, ὡς ἕκαστος γνώμης ἢ ἐμπειρίας εἶχεν, ὁ πατὴρ εἰς τὸν θεῖον ἀπιδών, — παρῆν γὰρ ὁ πρὸς μητρὸς θεῖος, ἄριστος ἑρμογλύφος εἶναι δοκῶνδοκῶν MSS. add καὶ (not in γ) λιθοξόος ἐν τοῖς μάλιστα εὐδοκίμοις: excised by Schmieder. Cf. 7. — οὐ θέμις, εἶπεν, ἄλλην τέχνην ἐπικρατεῖν σοῦ παρόντος, ἀλλὰ τοῦτον ἄγε — δείξας ἐμέ — δίδασκε παραλαβὼν λίθων ἐργάτην ἀγαθὸν εἶναι καὶ συναρμοστὴν καὶ ἑρμογλυφέα· δύναται γὰρ καὶ τοῦτο, φύσεώς γε, ὡς οἶσθα, ἔχων δεξιῶς. ἐτεκμαίρετο δὲ ταῖς ἐκ τοῦ κηροῦ παιδιαῖς· ὁπότε γὰρ ἀφεθείην ὑπὸ τῶν διδασκάλων, ἀποξέων ἂν τὸν κηρὸν ἢ βόας ἢ ἵππους ἢ καὶ νὴ Δί’ ἀνθρώπους ἀνέπλαττον, εἰκότας,εἰκότας Naber: εἰκότως MSS. ὡς ἐδόκουν τῷ πατρί· ἐφʼ οἷς παρὰ μὲν τῶν διδασκάλων πληγὰς ἐλάμβανον, τότε δὲ ἔπαινος εἰς τὴν εὐφυίαν καὶ ταῦτα ἦν, καὶ χρηστὰς εἶχον ἐπʼ ἐμοὶ τὰς ἐλπίδας ὡς ἐν βραχεῖ μαθήσομαι τὴν τέχνην, ἀπʼ ἐκείνης γε τῆς πλαστικῆς.