The Greek Library Author

Lucian

Ζεῦξις ἢ Ἀντίοχος

§ 10

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg057.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

οὐ γὰρ πρότερον ἰδόντες ἐλέφαντα οὔτε αὐτοὶ Γαλάται οὔτε οἱ ἵπποι αὐτῶν οὕτω πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐταράχθησαν, ὥστε πόρρω ἔτι τῶν θηρίων ὄντων ἐπεὶ μόνον τετριγότων ἤκουσαν καὶ τοὺς ὀδόντας εἶδον ἀποστίλβοντας ἐπισημότερον ὡς ἂν ἐκ μέλανος τοῦ παντὸς σώματος καὶ τὰς προνομαίας ὡς ἐς ἁρπαγὴν ὑπεραιωρουμένας, πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι, ἐκκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον, οἱ μὲν πεζοὶ περιπειρόμενοι ὑπ' ἀλλήλων τοῖς δορατίοις καὶ συμπατούμενοι ὑπὸ τῶν ἱππέων ὡς εἶχον ἐμπεσόντων ἐπ' αὐτούς, τὰ ἅρματα δέ, ἀναστρέψαντα καὶ ταῦτα ἔμπαλιν εἰς τοὺς οἰκείους, οὐκ ἀναιμωτὶ διεφέρετο ἐν αὐτοῖς, ἀλλὰ τὸ τοῦ Ὁμήρου, “δίφροι δ’ ἀνεκυμβαλίαζον.” οἱ ἵπποι δ’ ἐπείπερ ἅπαξ τῆς ἐς τὸ εὐθὺ ὁδοῦ ἀπετρέποντο οὐκ ἀνασχόμενοι τῶν ἐλεφάντων, τοὺς ἐπιβάτας ἀποβαλόντες “κείν' ὄχεα κροτάλιζον” τέμνοντες νὴ Δία καὶ διαιροῦντες τοῖς δρεπάνοις εἴ τινας τῶν φίλων καταλάβοιεν. πολλοὶ δὲ ὡς ἐν ταράχῳ τοσούτῳ κατελαμβάνοντο. εἵποντο δὲ καὶ οἱ ἐλέφαντες συμπατοῦντες καὶ ἀναρριπτοῦντες ταῖς προνομαίαις ἐς ὕψος καὶ συναρπάζοντες καὶ τοῖς ὀδοῦσι περιπείροντες, καὶ τέλος οὗτοι κατὰ κράτος παραδιδόασι τῷ Ἀντιόχῳ τὴν νίκην.