The Greek Library Author

Lucian

Ζεῦξις ἢ Ἀντίοχος

§ 5

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg057.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τὰ μὲν οὖν ἄλλα τῆς γραφῆς, ἐφ' ὅσα τοῖς ἰδιώταις ἡμῖν οὐ πάντη ἐμφανῆ ὄντα τὴν ὅλην ἔχει ὅμως δύναμιν τῆς τέχνης—οἷον τὸ ἀποτεῖναι τὰς γραμμὰς ἐς τὸ εὐθύτατον καὶ τῶν χρωμάτων ἀκριβῆ τὴν κρᾶσιν καὶ εὔκαιρον τὴν ἐπιβολὴν ποιήσασθαι καὶ σκιάσαι ἐς δέον καὶ τοῦ μεγέθους τὸν λόγον καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον ἰσότητα καὶ ἁρμονίαν—γραφέων παῖδες ἐπαινούντων, οἷς ἔργον εἰδέναι τὰ τοιαῦτα. ἐγὼ δὲ τοῦ Ζεύξιδος ἐκεῖνο μάλιστα ἐπῄνεσα, ὅτι ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποθέσει ποικίλως τὸ περιττὸν ἐπεδείξατο τῆς τέχνης, τὸν μὲν ἄνδρα ποιήσας πάντη φοβερὸν καὶ κομιδῇ ἄγριον, σοβαρὸν τῇ χαίτῃ, λάσιον τὰ πολλὰ οὐ κατὰ τὸν ἵππον αὐτοῦ μόνον, ἀλλὰ καὶ κατὰ στέρνον τοῦ ἀνθρώπου καὶ ὤμους ἐπὶ πλεῖστον, So Rothstein: ἀλλὰ καὶ καθ' ἕτερον τοῦ ἀνθρώπου καὶ ἐξάρας αὐτοῦ τοὺς ὠμοὺς ἐπὶ πλεῖστον MSS.: ἵππον σοβαρὸν ἄγριον κομιδῇ λάσιον τῇ χαίτῃ στέρνον τε καὶ ὤμους Bodl. τὸ βλέμμα, καίτοι γελῶντος, θηριῶδες ὅλον ὄρειόν τι καὶ ἀνήμερον.