The Greek Library Author

Lucian

Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος

§ 11

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Karl Jacobitz
Edition reference
Luciani Samosatensis Opera · Leipzig · Teubner · 1909
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης· ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρʼ αὐτῶν, ἀλλʼ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστʼ ἂν τοῦτʼ ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων. καὶ ἄριστα, οἶμαι, ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστʼ ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.