Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος
§ 4
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Karl Jacobitz
- Edition reference
- Luciani Samosatensis Opera · Leipzig · Teubner · 1909
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ἀλλʼ ὁ θαυμαστὸς Πλάτων, ἀνὴρ ἀξιόπιστος νομοθέτης τῶν τοιούτων, τὸ μὲν χαίρειν κελεύει καὶ πάνυ ἀποδοκιμάζειν ὡς μοχθηρὸν ὂν καὶ οὐδὲν σπουδαῖον ἐμφαῖνον, τὸ δʼ εὖ πράττειν ἀντʼ αὐτοῦ εἰσάγει ὡς κοινὸν σώματός τε καὶ ψυχῆς εὖ διακειμένων σύμβολον, καὶ ἐπιστέλλων γε τῷ Διονυσίῳ αἰτιᾶται αὐτόν, ὅτι ποιων ἐς τὸν Ἀπόλλω χαίρειν τὸν θεὸν προσεῖπεν ὡς ἀνάξιον τοῦ Πυθίου καὶ οὐχ ὅπως θεοῖς, ἀλλʼ οὐδʼ ἀνθρώποις δεξιοῖς πρέπον.