Ἀπολογία
§ 5
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg059.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Καίτοι τί δεῖ καινὴν ἐπὶ σὲ κατηγορίαν ζητεῖν μετὰ τὴν θαυμαστὴν τραγῳδίαν λέγουσαν μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός; οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων παραδειγμάτων ἐπί σε, ἀλλ’ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι τραγῳδοῦντες, ἐκπίπτοντες καὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ. ἄλλοι δὲ τὸ τοῦ πιθήκου πεπονθέναι σε φήσουσιν ὃν Κλεοπάτρᾳ τῇ πάνυ φασὶ γενέσθαι· ἐκεῖνον γὰρ διδαχθέντα τέως μὲν ὀρχεῖσθαι πάνυ κοσμίως καὶ ἐμμελῶς καὶ ἐπὶ πολὺ θαυμάζεσθαι μένοντα ἐν τῷ σχήματι καὶ τὸ πρέπον φυλάττοντα καὶ τοῖς ᾄδουσι καὶ αὐλοῦσι συγκινούμενον ὑμέναιον, ἐπεὶ δὲ εἶδεν ἰσχάδα οἶμαι ἢ ἀμύγδαλον πόρρω κειμένην, μακρὰ χαίρειν φράσαντα τοῖς αὐλοῖς καὶ ῥυθμοῖς καὶ ὀρχήμασι συναρπάσαντα κατατρώγειν, ἀπορρίψαντα, μᾶλλον δὲ συντρίψαντα τὸ πρόσωπον.