The Greek Library Author

Lucian

Ἀπολογία

§ 8

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg059.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ. ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν ἀπολογίαν. ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν,—λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην—καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ’ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ’ ἀναίτιοι παντάπασιν ὄντες ὧν ἂν λέγωμεν ἢ ποιωμεν; So Γ-2: om. ὧν Γ-1: ἃ ἂν λ. ἢ π. Ν. ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ οὐδ’ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προϊσχόμενον καὶ συνήγορον τὸν Ὅμηρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳδοῦντα, Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀν- δρῶν So F and Homer: ἀνδρῶν εἶναι other MSS. καὶ τὸ γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.