The Greek Library Author

Lucian

Σκύθης ἢ πρόξενος

§ 5

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg062.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τοῦτο μέν, ἔφη ὁ Τόξαρις, ἥκιστα ἐρωτικὸν εἴρηκας, ἐπὶ τὰς θύρας αὐτὰς ἐλθόντα οἴχεσθαι ἀπιόντα. πλὴν ἀλλὰ θάρρει. οὐ γὰρ ἄν, ὡς φής, ἀπέλθοις οὐδ’ ἂν ἀφείη σε ῥᾳδίως ἡ πόλις· οὐχ οὕτως ὀλίγα τὰ θέλγητρα ἔχει πρὸς τοὺς ξένους, ἀλλὰ μάλα ἐπιλήψεταί σου, ὡς μήτε γυναικὸς ἔτι μήτε παίδων, εἴ σοι ἤδη εἰσί, μεμνῆσθαι. ὡς δ’ ἂν τάχιστα πᾶσαν ἴδοις τὴν πόλιν τὴν τῶν Ἀθηνῶν, τὴν τῶν Ἀθ. Kilburn: τὴν Ἀθ. ΓΜ: πόλιν τῶν Ἀθ. other MSS. μᾶλλον δὲ τὴν Ἑλλάδα ὅλην καὶ τὰ Ἑλλήνων καλά, ἐγὼ ὑποθήσομαί σοι. ἔστι σοφὸς ἀνὴρ ἐνταῦθα, ἐπιχώριος μέν, ἀποδημήσας δὲ μάλα πολλὰ ἔς τε Ἀσίαν καὶ ἐς Αἴγυπτον καὶ τοῖς ἀρίστοις τῶν ἀνθρώπων συγγενόμενος, τὰ ἄλλα οὐ τῶν πλουσίων, ἀλλὰ καὶ κομιδῇ πένης. ὄψει γέροντα οὕτω δημοτικῶς ἐσταλμένον. πλὴν διά γε τὴν σοφίαν καὶ τὴν ἄλλην ἀρετὴν πάνυ τιμῶσιν αὐτόν, ὥστε καὶ νομοθέτῃ χρῶνται πρὸς τὴν πολιτείαν καὶ ἀξιοῦσι κατὰ τὰ ἐκείνου προστάγματα βιοῦν. εἰ τοῦτον φίλον κτήσαιο καὶ μάθοις οἷος ἀνήρ ἐστι, πᾶσαν νόμιζε τὴν Ἑλλάδα ἐν αὐτῷ ἔχειν καὶ τὸ κεφάλαιον ἤδη ἂν εἰδέναι τῶν τῇδε ἀγαθῶν· ὡς οὐκ ἔστιν ὅ τι ἂν μεῖζόν σοι καλὸν χαρίσασθαι δυναίμην ἢ συστήσας ἐκείνῳ.