Σκύθης ἢ πρόξενος
§ 7
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg062.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Σκύθης δέ ἐστι τῶν παρ' ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο τοῖς ἀρίστοις· τοῦτο δ’ ἦν σοὶ προσαγαγεῖν αὐτόν. εἰ τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος. καὶ ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, ὦ Ἀνάχαρσι, πάντα ἑώρακας ἤδη Σόλωνα ἰδών· τοῦτο αἱ Ἀθῆναι, τοῦτο ἡ Ἑλλάς· οὐκέτι ξένος σύ γε, πάντες σύ γε, πάντες Fritzsche: σύμπαντές MSS. σε ἴσασι, πάντες σε φιλοῦσι. τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον. ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ. ἔχεις τῆς ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος. οὗτός σοι ὁ Ἑλληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς. οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ.