Fabulae tabulis ceratis Assendelftianis servatae
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fabulae tabulis ceratis Assendelftianis servatae, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn. (1959) 117–119.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ}
λέων γήρᾳ συσχεθεὶς νοσεῖν προσεποιεῖτο, ὡς διὰ ταύτης
τῆς πλάνης τὰ λοιπὰ θηρία [ὡς] εἰς τὴν σύσκεψιν αὐτοῦ ἐρ-
χόμενα κατεδαπάνα. τοιγ(α)ροῦν ἀλώπηξ κατὰ τὴν ἑαυτῆς
ἀγχίνοιαν (ἐνό)ησε τὰς ἐνέδρας καὶ οὕτ(ω)ς ἑαυτὴν ἥρμο-
σεν, ἵνα καὶ τὴν χά(ριν) ἀναπληρώσῃ καὶ (τὸν) κ(ίνδυν)ον
ἐκφύγῃ. ἐκτὸς τοῦ σ(πη)λαί(ου) ἑστῶσα ἠσπάσατο (τὸν) λέ-
οντα
(〈ἀλλ'〉 οὐ π)ροσήρ(χετο). ἐπ〈ερω〉τ(η)θεῖσα (δὲ ὑ)πὸ
τοῦ 〈λέο〉ντος διὰ (!! τί) μὴ εἰσήρχετ(ο, εἶπε)ν· „(τ)ὰ
ἴχ(ν)η μὲν πάντων τῶν θηρίων εἰσερχομένων ὁρῶ, ἐξερ-
χομένων (δ') οὐχ ὁρῶ.“
διδάσκει ἡμᾶς ὁ μῦθος τὰ μέλλοντα προβλέπειν (ὁ)μοίως.
2
{ΛΕΩΝ ΚΑΙ ΜΥΣ}
μῦς ἐπάνω λέοντο(ς κοιμω)μένου ἐφήλ[λ]ατο (καὶ τὸν
ὕ)πνον αὐτοῦ ἐξήγειρεν. ὁ (μὲν λ)έων δραξ(άμε)ν(ος αὐτὸν
ἀν)αιρεῖν ἐβούλ(ετο. ἀλλ' ἐ)κεῖνο〈ς〉 συνγνώμη(ν τῆς ἁμα)ρ-
τίας ᾐτήσατο καὶ ὑπ(ισχνεῖτο) αὐτ〈ῷ οὐ〉κ ἐλάττονα(ς χά-
ριτα)ς ἀνοίσειν [αὐτῷ ὑπισχνεῖτο]. γ(ε)λάσ?ας δὲ (ὁ λέων,
ὅτι) οὕτως ἐλ(άχισ)τον ζ(ῷον τῷ λέοντι) χ(άρι)τας ἀπο-
δώσειν (ἐπηγ)γέλ(λ)ετο, ἀπέλυσεν αὐτόν. οὐ πολ(λῷ δὲ)
ὕστερον ὑπὸ κυνηγῶν (συλλη)φθεὶς (ὁ λέων εἰς) δεσμὰ
〈ἐβλήθη〉. τότε (ὁ) μῦς ἀναμνησ(θεὶς τοῦ ἀποδοῦναι)
ἑαυτῷ τὴν (χάριν προὐπήδ)ησε διὰ τῆς νυ(κτὸς καὶ διαλ)υ-
σάμενος τὰ δεσ(μὰ ὀδοῦσι ἔσωσεν) αὐτόν.
οὕτω πολλά(κις) ἄν(θρωπ)ός τ(ι)ς βοη〈θη〉θῇ ὑπὸ
ἡσσό(ν)ω(ν καὶ χάρ)ις ὑπάρχου[σ]α ἔρχ(ηται ἐξ ἀελ-
πίστου) (?).
3
{ΑΝΔΡΟΦΟΝΟΣ}
υἱὸς τὸν ἴδιον πατέρα φονεύσας καὶ τοὺς
νόμους φοβηθεὶς ἔφυγεν εἰς ἐρημίαν.
καὶ διὰ τῶν ὀρέων παρερχόμενος ἐδιώκετο ὑπὸ λέοντος.
καὶ διωκόμενος ὑπὸ τοῦ λέο(ντος) ἀνῆλθεν εἰς δέν(δρον
καὶ) εὑρὼν δράκοντ(α ἀνερχό)μενος ἐπὶ τὸ δένδρον καὶ 〈οὐ〉
δυνάμενος ἀνελθεῖν (διὰ τὸν) δράκοντα (πάλιν κ)ατ(ῆλ)θε ...
κ(ακοῦργ)ο(ς οὐδεὶς λ)ανθάνει θεόν.
ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
{ΕΛΑΦΟΣ} ἔλαφος εὐμεγέθης ὥρᾳ θέρους δίψῃ λειπόμενος παρα-γίνεται ἐπί τινα πηγὴν διαυγῆ καὶ βαθεῖαν καὶ πιὼν ὅσονἤθελεν προσεῖχεν τῇ τοῦ σώματος ἰδέᾳ. καὶ μάλιστα μὲνἐπῄνει τὴν φύσιν τῶν κεράτων ἀνατεταμένων τε εἰς πολὺνἀέρα καὶ ὡς κόσμος εἴη παντὶ τῷ σώματι. ἔψεγεν δὲ τὴντῶν σκελῶν λεπτότητα ὡς οὐχ οἵων τε ὄντων φέρειν πᾶντὸ βάρος. ἐν οἷς δὲ πρὸς τούτοις ἦν, ὑλαχή τε κυνῶν αἰφνι-δίως ἀκούεται καὶ κυνηγέται πλησίον. ὁ δὲ πρὸς φυγὴνὥρμα καὶ μέχρις ὅπου διὰ πεδίου ἐποιεῖτο τὸν δρόμον,ἐσῴζετο ὑπὸ τῆς ὠκύτητος τῶν σκελῶν. ἐπεὶ δὲ εἰς πυ-κνὴν καὶ δασεῖαν ὕλην ἐνέπεσεν, ἐμπλακέντων αὐτῷ τῶν κε-ράτων ἑάλω, πείρᾳ μαθών, ὅτι ἄρα ἄδικος ἦν τῶν ἰδίωνκριτὴς ψέγων μὲν τὰ σῴζοντα αὐτόν, ἐπαινῶν δὲ ὑφ' ὧνπροδέδοται.{ΜΥΣ ΚΑΙ ΛΕΩΝ} μῦς ἐπάνω λέοντος κοιμωμένου ἐφήλατο καὶ τὸν ὕπνοναὐτοῦ ἐξύπνικεν· ὃν ὁ λέων δραξάμενος ἀναιρεῖν ἠβούλετο.ἐκεῖνος δὲ συγγνώμην ᾐτήσατο ὑπὲρ τοῦ ζῆν καὶ οὐκ ἐλάσ-σονα χάριτα ἐπηγγέλλετο. ὁ δὲ λέων γελῶν καὶ στοχαζό-μενος, ἐπεὶ οὕτως ἐλάχιστον ζῷον λέοντι χάριτας ἀντ-αποδώσειν ἐπηγγείλατο, ἀπέλυσεν αὐτόν. μετ' οὐ πολὺ δὲαὐτὸς ὁ λέων ὑπὸ κυνηγῶν ληφθεὶς καὶ εἰς δεσμὰ βληθεὶςἔκειτο. τότε ὁ μῦς ἀναμνησθεὶς ἀνταποδοῦναι τῷ λέοντι τὴνχάριν ἠθέλησεν καὶ διὰ νυκτὸς τρώγων τὰ σχοινία ἠλευ-θέρωσεν τὸν λέοντα. οὕτω πολλάκις ἐξ ἀνελπίστου βοήθεια ἀπὸ ἡττόνων γί-νεται μείζοσιν.{ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ} μύες ὀργιζόμενοι, ὅτι ὑπὸ γαλῶν ἑαυτοὺς ἀναλίσκεσθαιἔβλεπον, ὥρισαν μετ' αὐτῶν πυκτεῦσαι. τοιγαροῦν ἐποίησανἑαυτοῖς ἡγεμόνας, οὓς πρὸς ἐπίσημον χρυσέοις κέρασινἐκόσμησαν, καὶ ἐξαπίνης μάχης συμβληθείσης οἱ μύες ἔφυ-γον. οἱ ἡγεμόνες οὖν κωλυόμενοι διὰ τὰ κέρατα ἐσφάγη-σαν. οὕτως, οἷς εἰς τιμὴν δοθεῖσιν ἔχαιρον, ὅτι ἐναντίονὑπ' αὐτῶν ἔπαθον.{ΔΕΣΠΟΤΗΣ ΚΑΙ ΝΑΥΤΑΙ} οἰκοδεσπότης τίς ποτε πλέων εἰς θάλασσαν ἐκοπία ὑπὸχειμῶνος καὶ οἱ ναῦται ἀσθενέστερον ὑπηρέτουν διὰ τὸνχειμῶνα. οἷς ὁ ἄνθρωπος εἶπεν· ”ὑμεῖς,” φησίν, „εἰ μὴ τοῦτοτὸ πλοῖον ταχύτερον ἄγετε, λίθοις ὑμᾶς καταβαλῶ.“ τότεεἷς ἐξ αὐτῶν εἶπεν· ”ὤφελον γὰρ ἐν ἐκείνῳ τῷ τόπῳἦμεν, ὅπου λίθοι συλλεγῆναι δύνανται.” τούτῳ οὖν ὁμοία ἡ ζωὴ ἡμῶν· βαστάζειν ὀφείλομεν τὰςκουφοτέρας ζημίας, ἵνα τὰς βαρυτέρας ἐκφύγωμεν.{ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΑ} αἴλουρος προσποιούμενος γενέθλια ἄγειν ἐπὶ δεῖπνονὄρνεα ἐκάλεσεν· ἔπειτα παρατετηρηκὼς εἰσελθόντας ἔκλει-σεν τὰς θύρας καὶ καθ' ἕνα ἤρξατο ἐσθίειν. οὗτος ὁ μῦθος ἥρμοσται εἰς ἐκείνους, οἳ πρὸς ἐλπίδαἱλαρὰν πορευόμενοι τὰ ἐναντία πάσχουσιν.
1
{ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ}
λέων λιμῷ ἐκλιπὼν νοσεῖν προσεποιεῖτο καὶ διὰ ταύτης
τῆς πλάνης τὰ λοιπὰ θηρία ἐπισκεψόμενα εἰσήρχοντο, ἃ
ὁ λέων εὐθέως ἐδαπάνα. ἀλώπηξ δὲ ἔξωθεν τοῦ σπηλαίουἐστάθη καὶ ἠσπάσατο αὐτόν. ἐπερωτηθεῖσα δὲ ὑπ' αὐτοῦ,διὰ τί οὐκ εἰσήρχετο, ἀπεκρίθη· „ἐπειδὴ ὁρῶ εἰσερχο-μένων ἴχνη, ἐξερχομένων δὲ οὔ.“ οὕτως τινῶν οἱ κίνδυνοι διδαχὴ ἡμῖν εἶναι ὀφείλουσιντῆς ἡμετέρας σωτηρίας.{ΙΑΤΡΟΣ ΑΤΕΧΝΟΣ} ἀσθενής τις ὑπὸ ἀτέχνου ἰατροῦ ἀπελπισθεὶς ἐσώθη. καὶσυναντήσας αὐτῷ ὁ ἰατρὸς διὰ χρόνου ἐξήταζεν, εἰ αὐτὸςεἴη, ὃν ἀπηλπίκει. ὁ δὲ ἀπεκρίθη τοῦ Χάρωνος χάριν ἀνα-πεπέμφθαι αὐτὸν ἐξ Ἅιδου. παρεκτὸς δὲ τὸν Χάρωναὡρικέναι ἐντὸς ἡμερῶν ὀλίγων πάντας τοὺς ἰατροὺς παρ'ἑαυτὸν ἄγειν, ἵνα αὐτοὺς βασανίσῃ, ἐπειδὴ τῇ τούτων ἀμε-λείᾳ πολλοὶ ἀπέθνῃσκον. ”ἀλλὰ σὺ μὴ φοβηθῇς· ἐγὼ γὰρεἶπον αὐτῷ σὲ ἰατρὸν μηδέποτε γεγονέναι. πρὸ πάντωνγὰρ σὲ ἀποσπάσαι σεσημειώκει.” οὗτος ὁ μῦθος δύναται πρὸς τούτους ἀνήκειν, οἵτινες ἃοὐκ οἴδασιν ἐπαγγέλλονται.{ΚΟΡΩΝΗ ΔΙΨΩΣΑ} κορώνη διψῶσα προσῆλθεν ἐπὶ ὑδρίαν καὶ ταύτην ἐβιάζετοἀνατρέψαι. ἀλλ' ὅτι ἰσχυρῶς εἱστήκει, οὐκ ἠδύνατο αὐτὴνκαταβάλλειν, ἀλλὰ μεθόδῳ ἐπέτυχεν, ὃ ἠθέλησεν. ἔπεμπεγὰρ ψήφους εἰς τὴν ὑδρίαν καὶ τούτων τὸ πλῆθος ἀπὸκάτωθεν τὸ ὕδωρ ἄνω ὑπερέχεεν· καὶ οὕτως ἡ κορώνητὴν ἰδίαν δίψαν κατέπαυσεν. οὕτως οὖν φρόνησις ἀνδρότητα πλανᾷ.{ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ} κόραξ τυρὸν ἁρπάσας ἐπάνω δένδρου πετασθεὶς ἐκάθι-σεν. ἰδοῦσα δὲ αὐτὸν ἀλώπηξ προσῆλθεν καὶ ἐπαινεῖν ἤρ-ξατο αὐτοῦ τὴν ἀνδρίαν, ἔψεγεν δὲ ὅτι τοιοῦτο ζῷον φω-νὴν οὐκ ἔχει. πλανηθεὶς οὖν ὁ κόραξ ἤνοιξεν τὸ στόμα〈καὶ〉 τὸν τυρὸν πεσόντα ἀλώπηξ ἁρπάσασα κατέφαγεν. οὕτως οἱ πολλοί, ὅ τι δυνάμει οὐ δύνανται, φρονήσειἐκπλέκουσιν. κόραξ τυρὸν ἁρπάσας ἐπὶ δένδρον ἐκαθέσθη. τοῦτονἰδοῦσα ἀλώπηξ ἐπαινεῖν ἤρξατο, ὅτι αὐτὸς μὲν εὔμορφοςεἴη καὶ μέγας, 〈ἓν δὲ ἐπιλείποι〉· ὅτι φωνὴν μὴ ἔχει. πλα-νηθεὶς ὁ κόραξ ἔκραξεν καὶ τυρὸν κατέβαλεν, ὃν ἥρπαξενἡ ἀλώπηξ 〈καὶ〉 κατέφαγεν. οὕτως πολλοὶ κτλ.{ΠΑΙΣ ΑΚΡΙΔΑΣ ΘΗΡΕΥΩΝ} παιδίον εἰς ὕλην ἀκρίδας θηρεῦον ἐπεστάθη λίθῳ τινί,εἰς ὃν σκορπίος ἐκρύβετο, ὃν ὁ παῖς ἐβιάζετο ἀντὶ ἀκρίδοςἐξελθεῖν. ᾧ ὁ σκορπίος λέγει· „ὅρα, τάλας, μὴ ὡς ἐμὲθηρεύεις, ἑαυτὸν ἀπολέσῃς.“ οὗτος ὁ μῦθος παραγγέλλει μηδὲν τοιοῦτον τολμᾶν, ὅἐστιν ἐπικίνδυνον.