The Greek Library Author

Anonymous

Fabulae tabulis ceratis Assendelftianis servatae

Authority group
Aesop (catalogue association; authorship remains anonymous)
Edition reference
Fabulae tabulis ceratis Assendelftianis servatae, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn. (1959) 117–119.
CTS identifier
urn:cts:greekLit:tlg0096.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

{ΕΛΑΦΟΣ} ἔλαφος εὐμεγέθης ὥρᾳ θέρους δίψῃ λειπόμενος παρα-γίνεται ἐπί τινα πηγὴν διαυγῆ καὶ βαθεῖαν καὶ πιὼν ὅσονἤθελεν προσεῖχεν τῇ τοῦ σώματος ἰδέᾳ. καὶ μάλιστα μὲνἐπῄνει τὴν φύσιν τῶν κεράτων ἀνατεταμένων τε εἰς πολὺνἀέρα καὶ ὡς κόσμος εἴη παντὶ τῷ σώματι. ἔψεγεν δὲ τὴντῶν σκελῶν λεπτότητα ὡς οὐχ οἵων τε ὄντων φέρειν πᾶντὸ βάρος. ἐν οἷς δὲ πρὸς τούτοις ἦν, ὑλαχή τε κυνῶν αἰφνι-δίως ἀκούεται καὶ κυνηγέται πλησίον. ὁ δὲ πρὸς φυγὴνὥρμα καὶ μέχρις ὅπου διὰ πεδίου ἐποιεῖτο τὸν δρόμον,ἐσῴζετο ὑπὸ τῆς ὠκύτητος τῶν σκελῶν. ἐπεὶ δὲ εἰς πυ-κνὴν καὶ δασεῖαν ὕλην ἐνέπεσεν, ἐμπλακέντων αὐτῷ τῶν κε-ράτων ἑάλω, πείρᾳ μαθών, ὅτι ἄρα ἄδικος ἦν τῶν ἰδίωνκριτὴς ψέγων μὲν τὰ σῴζοντα αὐτόν, ἐπαινῶν δὲ ὑφ' ὧνπροδέδοται.{ΜΥΣ ΚΑΙ ΛΕΩΝ} μῦς ἐπάνω λέοντος κοιμωμένου ἐφήλατο καὶ τὸν ὕπνοναὐτοῦ ἐξύπνικεν· ὃν ὁ λέων δραξάμενος ἀναιρεῖν ἠβούλετο.ἐκεῖνος δὲ συγγνώμην ᾐτήσατο ὑπὲρ τοῦ ζῆν καὶ οὐκ ἐλάσ-σονα χάριτα ἐπηγγέλλετο. ὁ δὲ λέων γελῶν καὶ στοχαζό-μενος, ἐπεὶ οὕτως ἐλάχιστον ζῷον λέοντι χάριτας ἀντ-αποδώσειν ἐπηγγείλατο, ἀπέλυσεν αὐτόν. μετ' οὐ πολὺ δὲαὐτὸς ὁ λέων ὑπὸ κυνηγῶν ληφθεὶς καὶ εἰς δεσμὰ βληθεὶςἔκειτο. τότε ὁ μῦς ἀναμνησθεὶς ἀνταποδοῦναι τῷ λέοντι τὴνχάριν ἠθέλησεν καὶ διὰ νυκτὸς τρώγων τὰ σχοινία ἠλευ-θέρωσεν τὸν λέοντα. οὕτω πολλάκις ἐξ ἀνελπίστου βοήθεια ἀπὸ ἡττόνων γί-νεται μείζοσιν.{ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ} μύες ὀργιζόμενοι, ὅτι ὑπὸ γαλῶν ἑαυτοὺς ἀναλίσκεσθαιἔβλεπον, ὥρισαν μετ' αὐτῶν πυκτεῦσαι. τοιγαροῦν ἐποίησανἑαυτοῖς ἡγεμόνας, οὓς πρὸς ἐπίσημον χρυσέοις κέρασινἐκόσμησαν, καὶ ἐξαπίνης μάχης συμβληθείσης οἱ μύες ἔφυ-γον. οἱ ἡγεμόνες οὖν κωλυόμενοι διὰ τὰ κέρατα ἐσφάγη-σαν. οὕτως, οἷς εἰς τιμὴν δοθεῖσιν ἔχαιρον, ὅτι ἐναντίονὑπ' αὐτῶν ἔπαθον.{ΔΕΣΠΟΤΗΣ ΚΑΙ ΝΑΥΤΑΙ} οἰκοδεσπότης τίς ποτε πλέων εἰς θάλασσαν ἐκοπία ὑπὸχειμῶνος καὶ οἱ ναῦται ἀσθενέστερον ὑπηρέτουν διὰ τὸνχειμῶνα. οἷς ὁ ἄνθρωπος εἶπεν· ”ὑμεῖς,” φησίν, „εἰ μὴ τοῦτοτὸ πλοῖον ταχύτερον ἄγετε, λίθοις ὑμᾶς καταβαλῶ.“ τότεεἷς ἐξ αὐτῶν εἶπεν· ”ὤφελον γὰρ ἐν ἐκείνῳ τῷ τόπῳἦμεν, ὅπου λίθοι συλλεγῆναι δύνανται.” τούτῳ οὖν ὁμοία ἡ ζωὴ ἡμῶν· βαστάζειν ὀφείλομεν τὰςκουφοτέρας ζημίας, ἵνα τὰς βαρυτέρας ἐκφύγωμεν.{ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΑ} αἴλουρος προσποιούμενος γενέθλια ἄγειν ἐπὶ δεῖπνονὄρνεα ἐκάλεσεν· ἔπειτα παρατετηρηκὼς εἰσελθόντας ἔκλει-σεν τὰς θύρας καὶ καθ' ἕνα ἤρξατο ἐσθίειν. οὗτος ὁ μῦθος ἥρμοσται εἰς ἐκείνους, οἳ πρὸς ἐλπίδαἱλαρὰν πορευόμενοι τὰ ἐναντία πάσχουσιν.