Fabulae tabulis ceratis Assendelftianis servatae
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fabulae tabulis ceratis Assendelftianis servatae, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn. (1959) 117–119.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ὁ λέων εὐθέως ἐδαπάνα. ἀλώπηξ δὲ ἔξωθεν τοῦ σπηλαίουἐστάθη καὶ ἠσπάσατο αὐτόν. ἐπερωτηθεῖσα δὲ ὑπ' αὐτοῦ,διὰ τί οὐκ εἰσήρχετο, ἀπεκρίθη· „ἐπειδὴ ὁρῶ εἰσερχο-μένων ἴχνη, ἐξερχομένων δὲ οὔ.“ οὕτως τινῶν οἱ κίνδυνοι διδαχὴ ἡμῖν εἶναι ὀφείλουσιντῆς ἡμετέρας σωτηρίας.{ΙΑΤΡΟΣ ΑΤΕΧΝΟΣ} ἀσθενής τις ὑπὸ ἀτέχνου ἰατροῦ ἀπελπισθεὶς ἐσώθη. καὶσυναντήσας αὐτῷ ὁ ἰατρὸς διὰ χρόνου ἐξήταζεν, εἰ αὐτὸςεἴη, ὃν ἀπηλπίκει. ὁ δὲ ἀπεκρίθη τοῦ Χάρωνος χάριν ἀνα-πεπέμφθαι αὐτὸν ἐξ Ἅιδου. παρεκτὸς δὲ τὸν Χάρωναὡρικέναι ἐντὸς ἡμερῶν ὀλίγων πάντας τοὺς ἰατροὺς παρ'ἑαυτὸν ἄγειν, ἵνα αὐτοὺς βασανίσῃ, ἐπειδὴ τῇ τούτων ἀμε-λείᾳ πολλοὶ ἀπέθνῃσκον. ”ἀλλὰ σὺ μὴ φοβηθῇς· ἐγὼ γὰρεἶπον αὐτῷ σὲ ἰατρὸν μηδέποτε γεγονέναι. πρὸ πάντωνγὰρ σὲ ἀποσπάσαι σεσημειώκει.” οὗτος ὁ μῦθος δύναται πρὸς τούτους ἀνήκειν, οἵτινες ἃοὐκ οἴδασιν ἐπαγγέλλονται.{ΚΟΡΩΝΗ ΔΙΨΩΣΑ} κορώνη διψῶσα προσῆλθεν ἐπὶ ὑδρίαν καὶ ταύτην ἐβιάζετοἀνατρέψαι. ἀλλ' ὅτι ἰσχυρῶς εἱστήκει, οὐκ ἠδύνατο αὐτὴνκαταβάλλειν, ἀλλὰ μεθόδῳ ἐπέτυχεν, ὃ ἠθέλησεν. ἔπεμπεγὰρ ψήφους εἰς τὴν ὑδρίαν καὶ τούτων τὸ πλῆθος ἀπὸκάτωθεν τὸ ὕδωρ ἄνω ὑπερέχεεν· καὶ οὕτως ἡ κορώνητὴν ἰδίαν δίψαν κατέπαυσεν. οὕτως οὖν φρόνησις ἀνδρότητα πλανᾷ.{ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ} κόραξ τυρὸν ἁρπάσας ἐπάνω δένδρου πετασθεὶς ἐκάθι-σεν. ἰδοῦσα δὲ αὐτὸν ἀλώπηξ προσῆλθεν καὶ ἐπαινεῖν ἤρ-ξατο αὐτοῦ τὴν ἀνδρίαν, ἔψεγεν δὲ ὅτι τοιοῦτο ζῷον φω-νὴν οὐκ ἔχει. πλανηθεὶς οὖν ὁ κόραξ ἤνοιξεν τὸ στόμα〈καὶ〉 τὸν τυρὸν πεσόντα ἀλώπηξ ἁρπάσασα κατέφαγεν. οὕτως οἱ πολλοί, ὅ τι δυνάμει οὐ δύνανται, φρονήσειἐκπλέκουσιν. κόραξ τυρὸν ἁρπάσας ἐπὶ δένδρον ἐκαθέσθη. τοῦτονἰδοῦσα ἀλώπηξ ἐπαινεῖν ἤρξατο, ὅτι αὐτὸς μὲν εὔμορφοςεἴη καὶ μέγας, 〈ἓν δὲ ἐπιλείποι〉· ὅτι φωνὴν μὴ ἔχει. πλα-νηθεὶς ὁ κόραξ ἔκραξεν καὶ τυρὸν κατέβαλεν, ὃν ἥρπαξενἡ ἀλώπηξ 〈καὶ〉 κατέφαγεν. οὕτως πολλοὶ κτλ.{ΠΑΙΣ ΑΚΡΙΔΑΣ ΘΗΡΕΥΩΝ} παιδίον εἰς ὕλην ἀκρίδας θηρεῦον ἐπεστάθη λίθῳ τινί,εἰς ὃν σκορπίος ἐκρύβετο, ὃν ὁ παῖς ἐβιάζετο ἀντὶ ἀκρίδοςἐξελθεῖν. ᾧ ὁ σκορπίος λέγει· „ὅρα, τάλας, μὴ ὡς ἐμὲθηρεύεις, ἑαυτὸν ἀπολέσῃς.“ οὗτος ὁ μῦθος παραγγέλλει μηδὲν τοιοῦτον τολμᾶν, ὅἐστιν ἐπικίνδυνον.