The Greek Library Author

Anonymous

Fabulae Theophylacti Simocattae scholastici

Authority group
Aesop (catalogue association; authorship remains anonymous)
Edition reference
Fabulae Theophylacti Simocattae scholastici, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn., 153–154.
CTS identifier
urn:cts:greekLit:tlg0096.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσ-

έταττε δῆτα τοῖς ὄρνεσιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι

καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον καὶ τοῖς ὕδασι τὴν

βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ

τῷ Διὶ τὸ τιμώμενον. ἐλούσαντο δῆτα οἱ ὄρνιθες· εἶτα

πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθὺς καὶ τὴν ἑαυτοῦ ἕκαστος

εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς

ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν ἀλλοτρίῳ

κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων ἀπρέπειαν. ἀλλ' ἤλεγξε τὴν

ἀμορφίαν ἡ γλαῦξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε·

τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ

τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι

τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός.

ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν

φθέγγεται πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ

καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον· ἀλλὰ

ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τε-

θνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα

τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος

ἐπιμελοῦ, τῆς ψυχῆς. τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ

δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.

2

{ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ}

ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀρχούμενος

ὥρᾳ καύματος ἐκελάδει διάτορον καὶ τῆς ἑαυτοῦ ἁρμονίας

αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερί-

ζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς

κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προ-

μηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν

ἐκ τῶν βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ ὁ χει-

μὼν ἐπεφοίτα τῇ γῇ, ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς

διελύσατο, οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ἠσπάζοντο,

ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε καὶ ὁ μύρμηξ

ἐν τοῖς λαγόσι τῆς γῆς τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτή-

δειον. ἱκέτευε δὲ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν

θησαυρῶν μετασχεῖν, ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν

ἀπεπέμπετο πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα

καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν

εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν.

ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλι-

ώτερος εἶ τοῦ πυρέσσοντος ἐσθίων μάτην διπλάσια. κτλ.

{ΟΝΟΣ ΚΑΙ ΤΕΤΤΙΞ} ὄνος ἀκούσας φωνῆς τέττιγος ἡδέως αὐτῇ ἐπετέρπετοκαὶ τὸν τέττιγα ἐπηρώτα λέγων, τί ἄρα τρεφόμενος οὕτωγλυκεῖαν ἔχει τὴν φωνήν. ὁ δὲ τέττιξ τῷ ὄνῳ ἀντέφησεν·„ἡ ἐμὴ τροφὴ ἀήρ ἐστι καὶ δρόσος“· ὁ δὲ ὄνος τούτουἀκούσας τοῦ ῥήματος ἐνόμισε μέθοδον εὑρηκέναι, δι' ἧςὁμοίαν τῷ τέττιγι σχοίη φωνήν, καὶ τὸ στόμα εὐθὺςἀνοίξας πρὸς τὸν ἀέρα κεχήνωτο ὡς δεξόμενος δῆθεν δρό-σον εἰς διατροφήν, ἕως οὗ τῷ λιμῷ τέλειον διεφθάρη. οὗτος ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα τὰ φυσικὰ τοῖςπαρὰ φύσιν ἐξομοιοῦν καὶ τοῖς ἀδυνάτοις ἀφρόνως ἐπι-χειρεῖν.{ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΘΑΝΑΤΟΣ} ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶννώτων ἐβάσταζε. κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθ-έσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶςἀνεκαλεῖτο λέγων· ”ὦ Θάνατε”. αὐτίκα γοῦν ὁ Θάνατοςἔφθασε καὶ πρὸς αὐτὸν ἔφησε· „τίνος χάριν ἐκάλεσάς με;“λέγει πρὸς αὐτὸν ὁ ἀνήρ· ”ἵνα τὸν γόμον ἀπὸ τῆς γῆςσυνεξάρῃς μοι.” ὁ μῦθος δηλοῖ, ὅτι πάντες ἄνθρωποι φιλόζωοι τυγχά-νουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.{ΧΕΛΙΔΩΝ ΚΑΙ ΚΟΡΑΞ} χελιδὼν καὶ κόραξ περὶ κάλλους ἀλλήλοις ἐμάχοντο.φησὶν οὖν ὁ κόραξ τῇ χελιδόνι· „τὸ σὸν κάλλος ἐν μόνῳτῷ ἔαρι καταφαίνεται, ἐν δὲ τῷ τοῦ χειμῶνος καιρῷ οὐδύναται πρὸς τὸ ψῦχος ἀντισχεῖν, τὸ δὲ ἐμὸν σῶμα καὶτῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους γεν-ναίως ἀνθίσταται.“ ὁ μῦθος δηλοῖ, ὡς ὑγίεια καὶ ῥώμη σώματος κρείττωνκάλλους καὶ ὡραιότητος πέφυκεν.{ΠΟΤΑΜΟΙ ΚΑΙ ΘΑΛΑΣΣΑ} ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατῃ-τιῶντο λέγοντες αὐτῇ· ”διὰ τί ἡμᾶς εἰσερχομένους ἐντοῖς 〈σοῖς〉 ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖςἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;” ἡ δὲ θάλασσα ἰδοῦσα,ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· „μὴ ἔρχεσθεκαὶ μὴ γίνεσθε ἁλμυροί.“ οὗτος ὁ μῦθος παριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰςκαὶ παρ' αὐτῶν μᾶλλον ὠφελουμένους.{ΓΑΛΗ} γαλῆ τις ἐν χαλκευτικῷ εἰσελήλυθεν ἐργαστηρίῳ κἀκεῖσεῥῖνον εὑροῦσα σιδηροῦν τοῦτον ἱκανῶς ἀνέλειχεν, ὥστετὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν καὶ δεινῶς ἐκδαμάσασθαικαὶ ῥοὴν αἵματος ἀφιέναι. ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο δο-κοῦσα δῆθεν τὸν σίδηρον καταβιβρώσκειν, ἕως ἡ αὐτῆςγλῶττα παντελῶς ἐκδεδαπάνητο. οὗτος ὁ μῦθος δηλοῖ, ὅτι πράττων τις ἔργον ἀλυσιτελὲςὡς ἐπωφελὲς μᾶλλον καὶ τούτῳ δυσαποσπάστως προσκεί-μενος ἐς ὕστερον ὑπ' αὐτοῦ μεγάλως καταλυμαίνεται.{ΘΗΡΕΥΤΗΣ ΚΑΙ ΛΥΚΟΣ} ἀνήρ τις θηρευτὴς λύκον θεασάμενος προσβάλλοντα τῇποίμνῃ καὶ πλεῖστα τῶν προβάτων, ὡς δυνατόν, διασπα-ράττοντα τοῦτον εὐμηχάνως θηρεύει καὶ τοὺς κύνας αὐτῷἐπαφίησι φθεγξάμενος [δὲ] πρὸς αὐτόν· ”ὦ δειλότατονθηρίον, ποῦ σου ἡ προλαβοῦσα ἰσχύς, ὅτι τοῖς κυσὶν ὅλωςἀντιστῆναι οὐκ ἠδυνήθης;” ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳτέχνῃ καθέστηκε δόκιμος.{ΑΛΕΚΤΟΡΕΣ} δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν εἷς ἡττη-θεὶς τόπῳ ἐν παραβύστῳ ἐκρύβη, ὁ δὲ ἕτερος τὴν νίκηνἀράμενος ἐφ' ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλαφρυαττόμενος καὶ τῇ νίκῃ ἐγκαυχώμενος, ἕως ἀετὸς κα-ταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν. ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα ἐπ' εὐτυχίᾳ καὶ δυνάμειμέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.{ΠΕΡΙΣΤΕΡΑ} περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ' ὕδατος ζήτησιν τῇ-δε κἀκεῖσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχῳ ἐζωγραφη-μένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστὸνκαὶ ἐλθοῦσα τοῦ πιεῖν τῷ τοίχῳ προσέκρουσε καὶ αὐτίκατοῦ ζῆν ἀπορρήγνυται. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασαἀναπνοὴν ἦν, ἐν ἑαυτῇ ἔλεγεν ὅτι „δυστυχὴς ὄντως ἐγὼκαὶ ἀθλία, ἐφ' ᾧ ὕδατος γλιχομένη μὴ θανάτου ἐμνη-μόνευον.“ ὁ λόγος δηλοῖ, ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλο-γίστου σπουδῆς καὶ ταχυτῆτος.{ΚΟΡΑΞ ΚΑΙ ΠΟΙΜΗΝ} κόραξ ἀετὸν ἐθεάσατο ἄρνα τῆς ποίμνης ἀφαρπάζοντακαὶ ἠθέλησε δῆθεν τοῦτον ἐκμιμήσασθαι. ἰδὼν δὲ ἐν τῇποίμνῃ κριὸν ἐπειράθη τοῦτον ἁρπάσαι. τῶν δὲ ὀνύχωναὐτοῦ τῷ τοῦ κριοῦ συσχεθέντων ἐρίῳ φθάσας ὁ ποιμὴνκαὶ τοῦτον πλήξας ἀπέκτεινεν. ὁ λόγος δηλοῖ, ὡς ἀνίσχυρος ἀνὴρ τῷ δυνατωτέρῳ ἑαυτοῦἀφομοιοῦσθαι πειρώμενος οὐ μόνον ἀσθενὴς εἶναι καὶ ἀφε-λὴς ἀπελέγχεται, ἀλλὰ καὶ κακῶς ἐξ ἀφροσύνης ἀπο-θνῄσκει.{ΛΑΓΩΟΣ ΚΑΙ ΑΛΩΠΗΞ} λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρπιεῖν· ἀφ' οὗ καὶ ἡδέως πολὺ ἐπεπώκει. ὅτε δὲ ἐκεῖθενἀνελθεῖν ἔμελλεν, ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον καὶτὰ μέγιστα ἠθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτονεὑροῦσα ἔφη πρὸς αὐτόν· ”μεγάλως ὄντως ἐσφάλης· πρό-τερον γὰρ ὤφειλες βουλεύσασθαι, πῶς ἔσται σοι τοῦ φρέατοςἀνελθεῖν καὶ εἶθ' οὕτως ἐν αὐτῷ κατελθεῖν.”