The Greek Library Author

Anonymous

Fabulae Theophylacti Simocattae scholastici

2

Authority group
Aesop (catalogue association; authorship remains anonymous)
Edition reference
Fabulae Theophylacti Simocattae scholastici, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn., 153–154.
CTS identifier
urn:cts:greekLit:tlg0096.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

{ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ}

ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀρχούμενος

ὥρᾳ καύματος ἐκελάδει διάτορον καὶ τῆς ἑαυτοῦ ἁρμονίας

αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερί-

ζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς

κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προ-

μηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν

ἐκ τῶν βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ ὁ χει-

μὼν ἐπεφοίτα τῇ γῇ, ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς

διελύσατο, οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ἠσπάζοντο,

ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε καὶ ὁ μύρμηξ

ἐν τοῖς λαγόσι τῆς γῆς τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτή-

δειον. ἱκέτευε δὲ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν

θησαυρῶν μετασχεῖν, ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν

ἀπεπέμπετο πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα

καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν

εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν.

ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλι-

ώτερος εἶ τοῦ πυρέσσοντος ἐσθίων μάτην διπλάσια. κτλ.