Fabulae Theophylacti Simocattae scholastici
1
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fabulae Theophylacti Simocattae scholastici, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn., 153–154.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσ-
έταττε δῆτα τοῖς ὄρνεσιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι
καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον καὶ τοῖς ὕδασι τὴν
βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ
τῷ Διὶ τὸ τιμώμενον. ἐλούσαντο δῆτα οἱ ὄρνιθες· εἶτα
πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθὺς καὶ τὴν ἑαυτοῦ ἕκαστος
εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς
ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν ἀλλοτρίῳ
κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων ἀπρέπειαν. ἀλλ' ἤλεγξε τὴν
ἀμορφίαν ἡ γλαῦξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε·
τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ
τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι
τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός.
ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν
φθέγγεται πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ
καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον· ἀλλὰ
ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τε-
θνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα
τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος
ἐπιμελοῦ, τῆς ψυχῆς. τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ
δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.