The Greek Library Author

Lysias

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

§ 12

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ διὰ τοῦτο ἀντέλεγον, ἀντέγον Emperius: ἀντέπραττον MSS. ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρόντων τῶν διαιτητῶν ὀργιζόμενος ὀργιζόμενος Markland: ὁριζόμενος MSS. ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψειν ἀποτρέψειν Contius: ἀποτρέπειν MSS. φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε. κωλύσαιτε Reiske: κωλύσετε MSS. καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι ἔτι Reiske: ὅτι MSS.; φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν ἐπιλέγειν Emperius10 ἐκλέγειν MSS. οὐκ ἔτυχον;