The Greek Library Author

Lysias

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

§ 7

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον αὐτὸς ἐξηῦρον Schott: οὖτος ἐξεῦρεν. ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δʼ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δʼ ἔρημον φίλων, οὐδʼ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδʼ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δʼ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι;