The Greek Library Author

Lysias

ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία

§ 8

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg016.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν διʼ ἄλλο με ὥστε μηδὲν δι’ ἄλλο με Taylor: ὥστ’ εἰ μηδὲν διαβάλλομαι MSS. ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.