ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία
§ 9
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg016.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Μάρτυρες
περὶ μὲν τοίνυν αὐτῆς αὐτῆς Frohberger: ταύτης MSS. τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι. δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου. ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.