The Greek Library Author

Lysias

ἀπολογία δωροδοκίας ἀπαράσημος

§ 10

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg021.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλʼ ἀπὸ παρασκευῆς τῆς ἐμῆς· εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν. κάλεσον δὲ καὶ Ναυσίμαχον. Ναυσίμαχον Schott: λυσίμαχον MSS.