The Greek Library Author

Lysias

ἀπολογία δωροδοκίας ἀπαράσημος

§ 22

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg021.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

μαινοίμην γὰρ ἄν, ἄν add. Bekker. ὦ ἄνδρες δικασταί, εἰ τὴν μὲν πατρῴαν οὐσίαν φιλοτιμούμενος εἰς ὑμᾶς ἀναλίσκοιμι, ἐπὶ δὲ τῷ τῆς πόλεως κακῷ παρὰ τῶν ἄλλων δωροδοκοίην. ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐκ οἶδʼ οὕστινας ἢ ὑμᾶς ἐβουλήθην περὶ ἐμοῦ δικαστὰς γενέσθαι, εἴπερ χρὴ τοὺς εὖ πεπονθότας περὶ τῶν εὖ πεποιηκότων εὔχεσθαι τὴν ψῆφον φέρειν.