The Greek Library Author

Lysias

Πρὸς τὴν εἰσαγγελίαν περὶ τοῦ μὴ δίδοσθαι τῷ ἀδυνάτῳ ἀργύριον

§ 12

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg024.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ βουλή, τοῦτον ἄν, ἄν Weidner: αὐτόν MSS. εἰ μὲν ἐπʼ ἀστράβης ὀχούμενον ἑώρα με, σιωπᾶν (τί γὰρ ἂν καὶ ἔλεγεν;), ὅτι δʼ ἐπὶ τοὺς ᾐτημένους ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι εἰμι Kayser: εἴην MSS.; καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μιᾷ χρωμένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν δυναμένων ἐστιν· ὅτι δʼ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων; οἷς ἐγώ διὰ τὴν αὐτὴν αἰτίαν ἀμφοτέροις χρῶμαι.