Πρὸς τὴν εἰσαγγελίαν περὶ τοῦ μὴ δίδοσθαι τῷ ἀδυνάτῳ ἀργύριον
§ 9
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg024.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι σαφέστατα μόνος ἀνθρώπων. εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην προκαλεσαίμην Reiske: προσκαλεσαίμην MSS. αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλλον ἢ ἀντιδοῦναι ἅπαξ. καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι; καὶ τί τί Halm: ἔτι MSS. πονηρότερον;