The Greek Library Author

Clement of Alexandria

ὁ Προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους

Paragraph 2

Author namesClément d’Alexandrie · Clement d Alexandrie · Clement of Alexandria · Clemens Alexandrinus

Scientific editors
G.W. Butterworth
Edition reference
Clement of Alexandria · Cambridge, MA · Harvard University Press · 1919
CTS identifier
urn:cts:greekLit:tlg0555.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 2

Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα, καὶ προσηγορίαι γλυκεῖαι· αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν. λάλει δὲ περιεσκεμμένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν,μετρῶν J. A. Robinson. μέτρον MS. ἄχρι ἂνἂν Wilamowitz. δὴ MS. καὶ ἐξάκουστον ᾖ,ᾖ Wilamowitz. εἴη MS. καὶ μήτε διαφεῦγονδιαφεῦγον Wilamowitz. διαφεύγων MS. τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, μήτε ὑπερβάλλονὑπερβάλλον Wilamowitz. ὑποβάλλων MS. μείζονι τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως καὶ μεταξὺ τῶν τῶν inserted by Barnard. τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦσαυτοῦ Stählin. αὐτοῦ MS. δεῖ γὰρ ἀνὰἀνὰ Barnard. ἔνα MS. μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι’ αἰδῶ. ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ’ αὐτῶν καὶ γελωτοποιός· ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραίτου· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν ὡς ὡς inserted by Schwartz. πρᾷός τε καὶ μεγαλόψυχος ἀνήρ.