The Greek Library Author

Clement of Alexandria

ὁ Προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους

Paragraph 4

Author namesClément d’Alexandrie · Clement d Alexandrie · Clement of Alexandria · Clemens Alexandrinus

Scientific editors
G.W. Butterworth
Edition reference
Clement of Alexandria · Cambridge, MA · Harvard University Press · 1919
CTS identifier
urn:cts:greekLit:tlg0555.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 4

Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθιἴθι Mayor. ἴσθι MS. δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶςεὐσταθῶς Wilamowitz. ἀσταθῶς MS. καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος νόσος Barnard. νόσου MS. τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμέναςχορηγουμένας Stählin. χορηγουμένῃ MS. σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν.