De octimestri partu
ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ.
Author namesHippocrate · Hippocrates · Ιπποκρατης
- Scientific editors
- Émile Littré
- Edition reference
- Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1851
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg035.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ.
10. Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτο οὐ περιγίνεσθαι τὰ ὀκτάμηνα· συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπαθεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην κακοπαθείην καὶ τὴν ὅταν ὁ τόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν περιγίνεται. Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τέσσαράκονθ’ ἡμέρῃσι μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶ τελεώτατόν ἐστιν ἐν τῇσι ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι. Ἐπήν δὲ γένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται γὰρ πολλὰ μεταλαμβάνοντα ἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι γίνονται. Ἄρχεται δὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύειν ἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνω τὴν κεφαλὴν ἔχοντα· τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶ ἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας τικτομένων· τὰ γὰρ συγκαμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος τοῦ παιδίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνεται. Αἱ γὰρ στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶ πολλάκις ἤδη τῶν παιδίων ἐφάνησαν περὶ τοὺς τραχήλους· ἢν γὰρ κατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ ὀμφαλὸς τῇ μήτρῃ μᾶλλον παρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν περιαγωγὴν ποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰ τὸν ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲ γενομένου καὶ τὴν μητέρα ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢ ἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν. Ὥστε ἤδη καὶ πολλὰ ἔνδον τὴν ἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν ἀπώλετο, τὰ δὲ νοσήσαντα περιεγένετο.