The Greek Library Author

Hippocrates

De octimestri partu

Chapter 13

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
Émile Littré
Edition reference
Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1851
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg035.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 13

13. Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτά τεσσαρακοντάδων τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεος τοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι· τῇσι γὰρ πλείστῃσι τῶν γυναικῶν ἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια, ἢν ἴῃ ἡ λύσις· δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡ κάθαρσις ἔσται· καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖς ἡμέραι, τῇσι δὲ πλείστῃσι καὶ πολὺ πλείονες. Ἔστι δὲ καὶ ἄλλα πολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσιν ἐξ ὧν βραδύνεται ἡ ξύλληψις. Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε λογίζεσθαι, ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστι τοῦ μηνός· αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μηνός· αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ λόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνεσθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων. Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναικῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες. Ὅ τι γὰρ ἂν ἔξω τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦ ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ.