The Greek Library Author

Hippocrates

Παραγγελίαι

§ 12

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
William Henry Samuel Jones
Edition reference
Hippocrates · London · William Heinemann Ltd. · 1923
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg051.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἤν δὲ καὶ εἵνεκεν ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμεῖς, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίης· ἀπαρνέομαι γὰρ ἐς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσει γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.