The Greek Library Author

Hippocrates

Παραγγελίαι

§ 8

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
William Henry Samuel Jones
Edition reference
Hippocrates · London · William Heinemann Ltd. · 1923
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg051.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται. οὐκ ἀσχήμων δέ, οὐδʼ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους ἐσάγειν, εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. ἐν γὰρ κακοπαθείης παρεδρίῃ ἐπιτείνοντος τοῦ πάθεος, διʼ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρέοντι· θαρρητέον οὖν ἐν καιρῷ τοιούτῳ· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τούτου. μηδέποτε φιλονεικεῖν προσκυρέοντας ἑωυτοῖσι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθʼ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ· ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. καίτοι γε οὐδὲ ψευδέως κατα νενόηται· πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.