Selecta in Jesum Nave
Paragraph 11
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Charles de La Rue, Charles Vincent de La Rue
- Edition reference
- Origenis Opera Omnia · Paris · J. P. Migne · 1862
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg054.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Paragraph 11
Ποίησόν σοι μαχαίρας πετρίνας ἐκ πέτρας ἀμροτόμου. Ζητητέον διὰ τί οὐ περιετμήθησαν οἱ ἐν τῇ ἐρήμῳ τεχθέντες· ἢ διὰ τί τῷ Σαββάτῳ τις ξύλα συλλέξας ἐπὶ Μωϋσέως ἐκ προστάγματος Θεοῦ λιθόλευστος γέγονε. Τοσοῦτον δὲ πλῆθος ἀπερίτμητον μεμενηκὸς ἐν τῇ ἐρήμῳ οὐδὲ ἐμέμφθη, καίτοι τοῦ Θσοῦ μὲν ἀποφῃναμένου ἐξολοθρεύεσθαι τὴν ψυχὴν τὴν μὴ περιτμημένην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, οὐκέτι δὲ ἐπὶ τῶν παραβαινόντων τὸ Σάββατον τοῦτο ὡρίσαντος. Ἥδη μὲν οὖν καὶ αὐτόθεν εὔδηλον, ὅτι περιτομὴ καὶ Σάββατον οὐκ αὐτὰ καθʼ ἑαυτὰ καλὰ, ἀλλὰ ἐπειδὴ πρὸς καιρὸν ἐχρησίμευσεν. Ἰστέον δὲ ὅτι σημείου χάριν διὰ τῆς περιτομῆς ἐβουλήθη γνωρίζεσθαι, καὶ οὐκ ἀνασχομένους ἀπὸ πίστεως φαίνεσθαι, ὡς πρόβατα ἄλογα τῷ καυτῆρι κἂν πλανηθῇ, ῥᾳδίαν ἔχει τὴν ἑαυτοῦ εὕρεσιν· οὕτω τοὺς Ἰουδαίους ἐπιμιγνυμένους τοῖς ἔθνεσιν ἀπὸ τῆς περιτομῆς φανεροὺς εἶναι βουληθείς. Καὶ τούτου ἀπόδειξις τὸ ἐν μὲν τῇ Αἰγύπτῳ περιτέμνεσθαι αὐτοὺς, ἐν δὲ τῇ ἐρήμῳ, ἐπειδὴ μόνοι ἦσαν καὶ Αἰγυπτίων κεχωρισμένοι καὶ τῶν ἄλλων ἐθνῶν τῶν κατὰ Παλαιστίνην, ἀπεριτμήτους μεμενηκέναι. Ὅτε δὲ παρελθόντες τὸν Ἰορδάνην ἔμελλον ἐν μέσῳ εἶναι τῶν ἐθνῶν, αὖθις προσετάχθησαν περιτμηθῆναι. Διόπερ ἐκ δευτέρου εἶπεν, ὅτι οὐκ ὀκταημέρους περιετέμνοντο, ἀλλʼ ἀνδροθέντας ἤδη, καὶ πρὸς γῆράς τινας νενευκότας. Ἡ δὲ πετρίνη μάχαιρα τὸν Κύριον ἡμῖν δηλοῖ τὸν τὴν νοητὴν δόντα ἡμῖν περιτομὴν, τὴν εἰς νοῦν καὶ καρδίαν. Διὰ τοῦτο γὰρ καὶ ὁ Ἀπόστο λος ἡμῖν ἔλεγε περιτομὴν τοῦ Χριστοῦ, οὐκ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς ἡμῶν.