Selecta in Jesum Nave
Paragraph 12
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Charles de La Rue, Charles Vincent de La Rue
- Edition reference
- Origenis Opera Omnia · Paris · J. P. Migne · 1862
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg054.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Paragraph 12
Ἐγὼ ἀρχιστράτηγος τῆς δυνάμεως Κυρίου, νῦν παραγέγονα. Μεμνῆσθαι δεῖ ὅτι ἡνίκα ἐμοσχοποίησαν. ὁ Θεὸς τῷ Μωϋσεῖ φησιν, ὅτι « Ἀνάγαγε τὸν λαὸν τοῦτον, οὐ γὰρ μὴ συναναβῶ διὰ τὸ τὸν λαὸν σκληροτράχηλον εἶναι. Καὶ ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Πρόσεχε οὖν σεαυτῷ, καὶ μὴ ἀπείθει. » Ὁ δὲ Μωϋσῆς πρὸς αὐτόν φησιν· « Εἰ μὴ συνανέρχῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν. » Καὶ τοῦτο εἰπὼν ἔπεισε· καὶ ἦν μετὰ τοῦ λαοῦ, ἕως τῆς τελευτῆς Μωϋσῆ. Μετὰ δὲ τὴν τούτου ἀποβίωσιν, φαίνεται μὲν καὶ διαλέγεται τῷ τοῦ Ναυῆ Ἰησοῦ. Μετὰ γοῦν τὴν ἐπιστασίαν τοῦ λαοῦ εἰς τὸν μαθητὴν Μωϋσέως λοιπὸν παραδίδωσιν αὐτὸν τῷ ἀρχιστρατήγῳ τῷ Μιχαήλ. Οὗτος ἦν ἄρχων τοῦ λαοῦ, ὡς ἐν τῷ Δανιὴλ φαίνεται λέγων ἕτερος ἄγγελος.