Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν
§ 2
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Grēgorios N. Vernardakēs
- Edition reference
- Moralia · Leipzig · Teubner · 1891
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg099.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
παντοίως; παντοίως W: πάντως ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ ἄλλοι δὲ] ἀλλ’ οἵ γε W τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ ἀλόγου ψυχῆς] insiticia mihi videntur ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον πόνον R: τόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι. οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα.