The Greek Library Author

Plutarch

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

§ 4

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1891
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg099.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους ἀτρίπτους W: ἀθρέπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ὑπὸ ὑπὸ* κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ καθάπερ ὁ παρθικὸς ὀπὸς παρθικὸς ὀπὸς Dusoulius: πάροικος τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις τετρωμένοις R: τετρωμένος ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός, ἐντὸς σαρκὸς] glossa vid. ad ἐν ἑαυτῷ ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ.