The Greek Library Author

Plutarch

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

§ 5

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1891
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg099.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει ἐπείγει *: ἐπεί τι συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ ποιεῖ ποιεῖ] πτοεῖ X πλουτοῦντας, εὐφοροῦντας, εὐφοροῦντας] corruptum κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς. ὀφθαλμοῖς] φθόνοις