The Greek Library Author

Lysias

κατὰ τῶν σιτοπωλῶν

§ 14

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg022.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμφέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν σῖτον πωλῶσιν. οὕτω δʼ ἄσμενοι τὰς συμφορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τὰς μὲν πρότεροι τῶν ἄλλων πυνθάνονται, τὰς δʼ αὐτοὶ αὐτοὶ Markland: οὗτοι MSS. λογοποιοῦσιν, ἢ τὰς ναῦς διεφθάρθαι τὰς ἐν τῷ Πόντῳ ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλῆφθαι, ἢ τὰ ἐμπόρια κεκλῇσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀπορρηθήσεσθαι, καὶ εἰς τοῦτʼ ἔχθρας ἐληλύθασιν,