The Greek Library Author

Lysias

κατὰ τῶν σιτοπωλῶν

§ 5

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg022.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ πρῶτον μὲν ἀνάβητε. εἰπὲ σὺ ἐμοί, μέτοικος εἶ; ναί. μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων ὅ τι ἂν βούλῃ; ὡς πεισόμενος. ἄλλο τι οὖν ἢ ἀξιοῖς ἢ ἀξιοῖς Reiske: ἀξιοῖς ἢ. ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ τοὺς νόμους, ἐφʼ οἷς θάνατος ἡ ζημία; ἔγωγε· ἀπόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα φορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει. ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.